Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.1 Dem. 14.3 (English) >>Dem. 14.7

14.2αὐτὸς δὲ πειράσομαι τὸν τρόπον εἰπεῖν ὃν ἄν μοι δοκεῖτε μάλιστα δύνασθαι παρασκευάσασθαι. καὶ γὰρ οὕτως ἔχει· εἰ μὲν ἡμεῖς ἅπαντες οἱ μέλλοντες λέγειν δεινοὶ φανείημεν ὄντες, οὐδὲν ἂν τὰ ὑμέτερʼ εὖ οἶδʼ ὅτι βέλτιον σχοίη· εἰ δὲ παρελθὼν εἷς ὁστισοῦν δύναιτο διδάξαι καὶ πεῖσαι, τίς παρασκευὴ καὶ πόση καὶ πόθεν πορισθεῖσα χρήσιμος ἔσται τῇ πόλει, πᾶς παρὼν φόβος λελύσεται. ἐγὼ δὲ τοῦτʼ, ἂν ἄρʼ οἷός τʼ , πειράσομαι ποιῆσαι, μικρὰ προειπὼν ὑμῖν ὡς ἔχω γνώμης περὶ τῶν πρὸς τὸν βασιλέα.

14.3ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων εἶναι βασιλέα, οὐ μὴν διὰ τοῦτο παραινέσαιμʼ ἂν μόνοις τῶν ἄλλων ὑμῖν πόλεμον πρὸς αὐτὸν ἄρασθαι· οὐδὲ γὰρ αὐτοὺς τοὺς Ἕλληνας ὁρῶ κοινοὺς ἀλλήλοις ὄντας φίλους, ἀλλʼ ἐνίους μᾶλλον ἐκείνῳ πιστεύοντας τισιν αὑτῶν. ἐκ δὴ τῶν τοιούτων νομίζω συμφέρειν ὑμῖν τὴν μὲν ἀρχὴν τοῦ πολέμου τηρεῖν ὅπως ἴση καὶ δικαία γενήσεται, παρασκευάζεσθαι δʼ προσήκει πάντα καὶ τοῦθʼ ὑποκεῖσθαι. 14.4ἡγοῦμαι γάρ, ἄνδρες Ἀθηναῖοι, τοὺς Ἕλληνας, εἰ μὲν ἐναργὲς τι γένοιτο καὶ σαφὲς ὡς βασιλεὺς αὐτοῖς ἐπιχειρεῖ, κἂν συμμαχῆσαι καὶ χάριν μεγάλην ἔχειν τοῖς πρὸ αὐτῶν καὶ μετʼ αὐτῶν ἐκεῖνον ἀμυνομένοις· εἰ δʼ ἔτʼ ἀδήλου τούτου καθεστηκότος προαπεχθησόμεθʼ ἡμεῖς, δέδιʼ, ἄνδρες Ἀθηναῖοι, μὴ τούτοις μετʼ ἐκείνου πολεμεῖν ἀναγκασθῶμεν, ὑπὲρ ὧν προνοούμεθα.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 14.1 Dem. 14.3 (English) >>Dem. 14.7

Powered by PhiloLogic